Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.255 Joseph. AJ 11.260 (English) >>Joseph. AJ 11.265

11.258καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτʼ ἔσται παρὰ τοῦ βασιλέως ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ. 11.259ἐπεὶ δʼ ἐκπεριῆλθον τὴν πόλιν, μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δʼ ὑπʼ αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δʼ οὐκέτʼ ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι· τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ. 11.260

Ταῦτα δὲ τούτων ἔτι πρὸς ἀλλήλους ὁμιλούντων ἧκον οἱ τῆς Ἐσθήρας εὐνοῦχοι τὸν Ἀμάνην ἐπὶ τὸ δεῖπνον ἐπισπεύδοντες. 11.261Σαβουχάδας δὲ τῶν εὐνούχων εἷς ἰδὼν τὸν σταυρὸν ἐν τῇ Ἀμάνου οἰκίᾳ πεπηγότα, ὃν ἐπὶ Μαρδοχαῖον παρεσκευάκεισαν, καὶ πυθόμενος παρά τινος τῶν οἰκετῶν, ἐπὶ τίνα τοῦτον ἦσαν ἑτοιμασάμενοι, γνούς, ὡς ἐπὶ τὸν τῆς βασιλίσσης θεῖον, τὸν γὰρ Ἀμάνην μέλλειν αὐτὸν αἰτεῖσθαι παρὰ τοῦ βασιλέως πρὸς τιμωρίαν, τότε μὲν ἡσυχίαν ἦγεν. 11.262ὡς δὲ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.255 Joseph. AJ 11.260 (English) >>Joseph. AJ 11.265

Powered by PhiloLogic